"Κρείττων γὰρ ἐπαινετὸς πόλεμος εἰρήνης χωριζούσης Θεοῦ· καὶ διὰ τοῦτο τὸν πραῢν μαχητὴν ὁπλίζει τὸ Πνεῦμα, ὡς καλῶς πολεμεῖν δυνάμενον" Άγιος Γρηγόριος ο Θεολόγος

Τετάρτη 15 Φεβρουαρίου 2017

ΕΠΙΣΤΟΛΗ ΠΑΤΡΙΑΡΧΟΥ ΑΛΕΞΑΝΔΡΕΙΑΣ ΜΕΛΕΤΙΟΥ ΤΟΥ ΠΗΓΑ ΠΡΟΣ ΤΟΝ ΚΑΓΚΕΛΑΡΙΟ ΤΗΣ ΠΟΛΩΝΟ-ΛΙΘΟΥΑΝΙΚΗΣ ΚΟΙΝΟΠΟΛΙΤΕΙΑΣ ΚΑΤΑ ΤΟΥ ΓΡΗΓΟΡΙΑΝΟΥ ΗΜΕΡΟΛΟΓΙΟΥ (1598)


Τῷ λαμπροτάτῳ ἄρχοντι καὶ μέγᾳ καγγελαρίῳ Ἰωάννῃ Ζαμοσκήνῳ, σὺν τοῖς μεγαλοπρεπεστάτοις Ἄρχουσι τῆς ὑπερφυοῦς Συγκλήτου τῆς ὑψηλοτάτης Κορώνας Πολωνίας, υἱοῖς ἐν Κυρίῳ περιποθήτοις, χάριν, ἔλεος καὶ εἰρήνην παρὰ τοῦ Κυρίου καὶ Θεού καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ.
Ποιμαίνειν ἐτάχθημεν παρὰ τοῦ Σωτῆρος ἡμῶν Θεοῦ οἱ ἀμαρτωλοὶ ἡμεῖς, καὶ δὴ καὶ ποιμαίνομεν τὰ τοῦ Χριστοῦ πρόβατα, κατὰ τὴν παρ’ αὐτοῦ τοῦ Σωτῆρος χορηγηθεῖσαν ἡμῖν καὶ ἰσχῦν καὶ σύνεσιν εἰς σωτηρίαν κοινὴν τῶν ψυχῶν ἡμῶν, εἰς εὐστάθειαν τῶν Ἐκκλησιῶν, εἰς εἰρήνην τοῦ σύμπαντος κόσμου. Διὸ καὶ πρὸς ὑμᾶς ἐπιστέλλομεν, ἐκλαμπρότατοι ἄρχοντες καὶ πᾶσα ἡ ὑπερφυὴς Σύγκλητος, καθὰ δὴ καὶ πρὸς τὸν Γαληνότατον Βασιλέα, ὦ τέκνα τῆς ἡμῶν Μετριότητος ἐν Χριστῷ Ἰησοῦ περιπόθητα, οἱ τὴν τρισόλβιον κατακοσμοῦντες ἀρχὴν τῆς εὐδαιμονεστάτης Πολωνίας δικαιοσύνῃ τε καὶ τῇ ἄλλῃ ἀρετῇ. Τῶν δὲ ἡμετέρων γραμμάτων ἡ ταραχὴ καὶ στάσις ἡ κατὰ τὴν ὑμετέραν ἀρχὴν πρὸ πολλοῦ μὲν ἠργμένη, νῦν δ’ εἰς ὔψος ἠρμένη, γέγονεν ὑπόθεσις• ἐξ οὗ γὰρ ἐξεδόθη τὸ Καλενδάριον τὸ Γρηγοριανὸν ἄλλο οἷον μῆλον ἔριδος τὴν οἰκουμένην ἐτάραξε καὶ χειμὼν τις αἰφνίδιος κατέλαβε τὴν ὑπ’ οὐρανὸν• φθάσας καὶ εἰς Σαυρομάτας τὸ κακὸν, τὴν τῆς ὑψηλοτάτης Κορώνας ἀρχὴν οὐ μετρίως παρηνώχλησε καὶ παρενοχλεῖ. Τῆς γὰρ Ἀνατολικῆς Ἐκκλησίας τοὺς μαθητάς, τοὺς Γραικούς φημι τοὺς ὑπὸ τὸ ὑμέτερον διαιτωμένους κράτος, παρ’ οἷς αἰ τῶν Πατέρων Ἀντολικῶν τε καὶ Δυτικῶν παραδόσεις καὶ δόγματα οὕτω κρατεῖται ὁλοψύχως, ὥστε μηδένα νεωτερισμὸν, οὐδεμίαν καινοτομίαν ὅλως ἀνέχεσθαι τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ παρ’ οὐτινοσοῦν εἰσαχθῆναι• λύμη γὰρ τῆς Ἐκκλησίας τοῦ Χριστοῦ νεωτερισμοὶ καὶ καινοτομίαι τυγχάνουσιν οὖσαι• δικαίως καὶ τοῖς Πατράσιν ἐπ’ ἀναθέματι συνοδικῶς ἀπαγορεύεται καὶ τοῖς ἡμετέροις εὐσεβῶς μάλα ἀποδιοπομποῦνται. Τούτους ἐκβιάζοντές τινες τῶν πατρῴων ἐκστῆναι δογμάτων τε καὶ παραδόσεων τὴν ὑμετέραν χειμάζουσιν ἀρχὴν• τοῦτο γάρ ἐστιν ὅπερ διώκουσιν οἱ τῆς πρεσβυτέρας Ῥώμης, τοῦτό ἐστι δι’ ὃ καὶ τὴν ἡμετέραν ἀρχὴν ἐκκινοῦσι κατὰ τῶν ἡμετέρων, ἀνατρέψαι τὰ τῆς ἐλευθερίας τῶν ὑπηκόων φιλοτιμούμενοι παρὰ θεσμὸν εὐαγγελικόν, ὃς ἑκουσίως οὐκ ἀκουσίως βούλεται κηρύττεσθαι, καὶ παρὰ θεσμὸν τῆς ὑμετέρας βασιλείας, ἥτις ὅρκῳ πιστοῦται φυλάττειν τὰ τῶν ὑπηκόων προνόμια. Τρισσῶς οὖν ἡμᾶς (λέγω γὰρ ἡμᾶς τοὺς ἡμετέρους ἀδελφούς, τοὺς ὑπὸ τὸ κράτος τῆς ἡμῶν βασιλείας διάγοντας), τρισσῶς οὖν ἡμᾶς ἀδικοῦσιν οἱ καθ’ ἡμῶν τὴν ὑμετέραν ἐκκινοῦντες ἐυστάθειαν• τὸ μέν, ὅτι διδασκαλίας ἀπάγειν εὐαγγελικῆς ἀγωνίζονται, μὴ προσιομένης τὸ βίαιον• τὸ δε ὅτι πατρικῆς νομοθεσίας καὶ ὅρων πατρῴων φιλονεικοῦσιν ἀποσπᾶσασθαι, κολαζόντων τὴν ἀποστασίαν ἀναθέματι• τρίτον, ὅτι καὶ προνομίων τὴν καθαίρεσιν οἰκοδομοῦσι παρ’ ὑμῖν καὶ τῷ γαληνοτάτῳ βασιλεῖ τὰ προνόμια τῶν ὑπηκόων ἀπαρασάλευτα φυλάττειν μεθ’ ὅρκων ὑπισχνουμένοις. Περὶ τούτου οὖν ὑμῶν τὴν λαμπρότητα διὰ γραμμάτων ἠξιώσαμεν, ὥστε μὴ ἀποτυχεῖν ἡμᾶς ἢ φιλανθρωπίας παρὰ ἄρχουσιν ἐπιεικίας ἀντεχομένοις, ἢ δικαιοσύνης πρὸς κριτῶν δικαιοτάτων• έπιστέλλομεν δὲ λατινιστί• χάριτι γὰρ Θεοῦ τὰ τῆς γλώττης ἐπιστάμεθα τῆς λατινικῆς• ἀλλὰ καὶ τοὺς ἡμετέρους λόγους καὶ τὴν καθ’ ἡμᾶς άξίωσιν βουλόμεθα χωρὶς ἑρμηνέως, αὐτηκόους δ’ ὑμᾶς καὶ δεχομένους καὶ ἀκούοντας μὴ ἄπρακτον ἐκπέμπειν, πραῧναι δὲ μᾶλλον τὰς καθ’ ἡμῶν ἐπηρείας, ἐᾶσαί τε τοῖς κόλποις ἡμᾶς τοῖς τῶν πατέρων ἐφησυχάζειν, ἡμᾶς τοὺς παντοδαπὰς ὑφισταμένους ταλαιπωρίας τῆς τοῦ Σωτῆρος Χριστοῦ ὀρθοδόξου πίστεως ἕνεκεν• πατέρες γὰρ ἡμῖν καὶ τὰ δόγματα ἃ πιστεύομεν καὶ τὰς παραδόσεις ἃς κατέχομεν ἐδογμάτισάν τε καὶ παρέδωκαν ἐν ἑπτὰ Οίκουμενικαῖς Συνόδοις, ἐξ Ἑῴας τε καὶ Δυσμῶν διαπρέψαντες• ὧν ταῖς εὐπροσδέκτοις ἐντεύξεσι Χριστὸς ὁ Θεὸς φυλάττειεν ὑμῶν τρισόλβιον καὶ πάντοτε θριαμβεύουσαν τὴν ἀρχὴν ἀεὶ βασιλεύουσαν.
͵ζρστ΄.

(Από το ημέτερο πόνημα "Διπλούς Πέλεκυς κατά του Γρηγοριανού Ημερολογίου", Αθήνα, 2015)

1 σχόλιο:

  1. Οἱ "ἀντι-οικουμενισταί" τοῦ τύπου π. Ν. Ἀεράκη καί π. Ε. Τρικαμηνᾶ πού θά διαβάσουν τό ἄρθρον θά βγάλουν τόν Ἅγιον Μελέτιον Πηγᾶν "ἡμερολάτρην" καί ἄρα "εἰδωλολάτρην"!

    ΑπάντησηΔιαγραφή